Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.173 Joseph. AJ 20.180 (English) >>Joseph. AJ 20.184

20.177Φῆλιξ δʼ ὡς ἐθεάσατο φιλονεικίαν ἐν πολέμου τρόπῳ γενομένην προπηδήσας παύεσθαι τοὺς Ἰουδαίους παρεκάλει, μὴ πειθομένοις δὲ τοὺς στρατιώτας ὁπλίσας ἐπαφίησι καὶ πολλοὺς μὲν αὐτῶν ἀνεῖλεν, πλείους δὲ ζῶντας ἔλαβεν, οἰκίας δέ τινας τῶν ἐν τῇ πόλει πολλῶν πάνυ χρημάτων γεμούσας διαρπάζειν ἐφῆκεν. 20.178οἱ δὲ τῶν Ἰουδαίων ἐπιεικέστεροι καὶ προύχοντες κατὰ τὴν ἀξίωσιν δείσαντες περὶ ἑαυτῶν παρεκάλουν τὸν Φήλικα τοὺς στρατιώτας ἀνακαλέσασθαι τῇ σάλπιγγι καὶ φείσασθαι τὸ λοιπὸν αὐτῶν δοῦναί τε μετάνοιαν ἐπὶ τοῖς πεπραγμένοις. καὶ Φῆλιξ ἐπείσθη. 20.179

Κατὰ τοῦτον τὸν καιρὸν βασιλεὺς Ἀγρίππας δίδωσιν τὴν ἀρχιερωσύνην Ἰσμαήλῳ· Φαβεῖ παῖς οὗτος ἦν. 20.180ἐξάπτεται δὲ καὶ τοῖς ἀρχιερεῦσι στάσις πρὸς τοὺς ἱερεῖς καὶ τοὺς πρώτους τοῦ πλήθους τῶν Ἱεροσολυμιτῶν, ἕκαστός τε αὐτῶν στῖφος ἀνθρώπων τῶν θρασυτάτων καὶ νεωτεριστῶν ἑαυτῷ ποιήσας ἡγεμὼν ἦν, καὶ συρράσσοντες ἐκακολόγουν τε ἀλλήλους καὶ λίθοις ἔβαλλον. δʼ ἐπιπλήξων ἦν οὐδὲ εἷς, ἀλλʼ ὡς ἐν ἀπροστατήτῳ πόλει ταῦτʼ ἐπράσσετο μετʼ ἐξουσίας. 20.181τοσαύτη δὲ τοὺς ἀρχιερεῖς κατέλαβεν ἀναίδεια καὶ τόλμα, ὥστε καὶ πέμπειν δούλους ἐτόλμων ἐπὶ τὰς ἅλωνας τοὺς ληψομένους τὰς τοῖς ἱερεῦσιν ὀφειλομένας δεκάτας, καὶ συνέβαινεν τοὺς ἀπορουμένους τῶν ἱερέων ὑπʼ ἐνδείας τελευτᾶν. οὕτως ἐκράτει τοῦ δικαίου παντὸς τῶν στασιαζόντων βία.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.173 Joseph. AJ 20.180 (English) >>Joseph. AJ 20.184

Powered by PhiloLogic